Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ὅταν δέ τινι ἀναγκαῖόν
τι συμβῇ, μετὰ λαμπτῆρος βαδίζειν, ἕως ἂν
ἀντιπαραγγελθῇ. καὶ ὃς ἂν καταμηνύσῃ τινὰ
ἐπιβουλεύοντα τῇ πόλει, ἢ ὅ τι ἂν τῶν προγεγραμμένων
τις πραττόμενον ἐξαγγείλῃ, ἀνηγγέλθαι τε
αὐτῷ ἀργύριον καὶ τὸ ἀγγελθὲν ἐμφανῶς προκεῖσθαι
ἐν ἀγορᾷ ἢ ἐπὶ βωμοῦ ἢ ἐν ἱερῷ, ἵνα
προχειρότερόν τις τολμήσῃ μηνύειν τι τῶν προγεγραμμένων.