Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον
ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι
χαλεπόν, τῶν γε ἐν τῇ χώρᾳ βουλομένων ἐπιχειρεῖν,
πρὸς πάντ̓ ἂν ἀτόλμως καὶ δειλῶς διακείμενοι
σφάλλοιντο διὰ τὸ μηδὲν τῶν τοιούτων εἰκάζειν.
διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς
μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας, εἰ οἷόν τέ πως
ἦν τοῦτο ἅμα γενέσθαι.