Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Ἰφιάδης τε Ἀβυδηνὸς
κατὰ Ἑλλήσποντον καταλαμβάνων Πάριον
ἄλλα τε περὶ τὴν ἀνάβασιν νυκτὸς ἐπὶ τοῦ τείχους
λάθρᾳ παρεσκευάσατο καὶ ἁμάξας πληρώσας
φρυγάνων καὶ βάτων παρέπεμψεν πρὸς τὸ τεῖχος,
ἤδη τῶν πυλῶν κεκλεισμένων, ὡς τῶν Παριανῶν
οὔσας τὰς ἁμάξας, αἵτινες ἐλθοῦσαι πρὸς τὰς
πύλας ηὐλίζοντο, ὡς φοβούμεναι πολεμίους.