Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
Ἤδη δέ τινες εἴς τι βιβλίον γράψαντες ὡς
λεπτότατον μακροὺς στίχους καὶ λεπτὰ γράμματα,
ἵν̓ ὡς εὐογκοτάτη γένηται ἡ ἐπιστολή, εἶτα ἐπὶ
τῷ ὤμῳ τοῦ χιτῶνος ὑποθέντες καὶ ἀποπτύξαντες
τοῦ χιτωνίσκου ἐπὶ τῷ ὤμῳ, ἀνύποπτος δὴ δοκεῖ
[p. 168]
εἶναι ἡ κομιδὴ τῆς ἐπιστολῆς καὶ ἐνδεδυκότος
τινὸς τὸν χιτωνίσκον καὶ οὕτω φερομένου.