Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἤδη δέ τις ἐν δέλτου ξύλῳ
[p. 162]
γράψας κηρὸν ἐπέτηξεν καὶ ἄλλα εἰς τὸν κηρὸν
ἐνέγραψεν. εἶτα ὅταν ἔλθῃ παῤ ὃν ἔδει, ἐκκνήσας
τὸν κηρὸν καὶ ἀναγνοὺς γράψας πάλιν
ὡσαύτως ἐπέστειλεν. ἐνδέχεται δὲ καὶ εἰς πυξίον
γράψαντα μέλανι ὡς βελτίστῳ ἐᾶν ξηρανθῆναι,
ἔπειτα λευκώσαντα ἀφανίζειν τὰ γράμματα. ὅταν
οὖν ἀφίκηται παρὰ τὸν πεμπόμενον, λαβόντα εἰς
ὕδωρ θεῖναι τὸ πυξίον: φανεῖται οὖν ἐν τῷ ὕδατι
ἀκριβῶς ἅπαντα τὰ γεγραμμένα.