Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἀθυμότεροι γὰρ εἶεν ἄν. εἰ δέ
τινας δεῖ μετιέναι ἀμελοῦντας καὶ ἀκοσμοῦντας,
τοὺς τὰ πλεῖστα κεκτημένους καὶ ἐν τῇ πόλει
δυνάμεως μάλιστα μετέχοντας: εἴη γὰρ ἄν τι
τοιοῦτο καὶ τοῖς ἄλλοις παράδειγμα. ἐν οἷς καιροῖς
ἕκαστα τούτων δεῖ παρεῖναι, ἐν τοῖς Ἀκούσμασι
γέγραπται.