Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καθ̓ οὓς ἂν
τοῦ στρατεύματος μὴ ἀντιπαιανίζωσιν, εἰδέναι
[p. 140]
κατὰ τούτους τὸν φόβον ὄντα. ἐὰν δέ τι ὁ
στρατηγὸς φοβερὸν αἴσθηται, τῇ σάλπιγγι σημαίνειν:
τοῦτο δ̓ ἔστω γνωστὸν ὅτι εἴη τὸ πολέμιον.
μάχης δὲ γενομένης καὶ νικηθέντων ὡς τὰ πολλὰ
γίγνονται φόβοι, ἐνίοτε μὲν καὶ ἡμέρας, καὶ
νυκτὸς δὲ καὶ πάνυ.