Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄν ᾖ ἡ πόλις μεγάλη καὶ μὴ ἱκανοὶ ὦσιν οἱ ἐν
τῇ πόλει ἄνθρωποι περιίστασθαι ἐν κύκλῳ τὴν
πόλιν, τοῖς δὲ ὑπάρχουσι θέλῃς αὐτὴν διαφυλάξαι,
χρὴ τῆς πόλεως ὅσα ἂν ᾖ εὐπρόσοδα οἰκοδομεῖν
ὕψη ἐκ τῶν ὑπαρχόντων, ἵνα, ἄν τινες τῶν
πολεμίων ἢ λαθραίως ἢ βίᾳ ἀναβῶσιν, ἐν ἀπειρίᾳ
[p. 196]
γενόμενοι μὴ δύνωνται καταπηδᾶν ἀφ̓ ὑψηλῶν,
ἅμα παντάπασι μὴ ἔχοντες ὅπῃ καταβαίνωσιν.
παρὰ δὲ τὰ ᾠκοδομημένα ἔνθεν καὶ ἔνθεν φυλασσόντων
ἐκ τῶν ὑπαρχόντων ἀνθρώπων, ἵνα τοὺς
καταπηδῶντας ἀπὸ τῶν ὑψηλῶν διαφθείρωσιν.