Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
Ἧι δ̓ ἂν τῆς πόλεως εὐπρόσοδα καὶ εὐεπίθετα
τοῖς πολεμίοις ᾖ, τῇδε φύλακας καθιστάναι τοὺς
τὰ πλεῖστα κεκτημένους καὶ ἐντιμοτάτους τε καὶ
τῶν μεγίστων μετέχοντας τῇ πόλει: μάλιστα
γὰρ ἂν αὐτοῖς προσήκοι μὴ πρὸς ἡδονὰς τραπέσθαι,
ἀλλὰ μεμνημένους ἂν τὸν νοῦν προσέχειν.