Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἶναι δὲ καὶ παρασυνθήματα ὡς ἰδιαίτατα
καὶ δυσγνωστότατα τοῖς πολεμίοις. εἴη δ̓ ἂν τὰ
παρασυνθήματα τοιάδε. ἐν μὲν ταῖς σκοτειναῖς
νυξὶν τό τε σύνθημα ἐρωτᾶν καὶ φωνεῖν τι, μᾶλλον
δὲ καὶ ψόφον ἐμφανίσαι, τὸν δὲ ἐρωτώμενον τό
τε σύνθημα ἀποκρίνεσθαι καὶ ἄλλο τι προσυγκείμενον
φωνῆσαι ἢ ψόφον ἐμφανίσαι: ἐν δὲ τοῖς
[p. 132]
φαεινοῖς χρόνοις τὸν μὲν ἐρωτῶντα τὸ σύνθημα τὸν
πῖλον ἀφελέσθαι ἢ ἐν τῇ χειρὶ ἔχοντα ἐπιθέσθαι,