Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
Κυρηναίους δὲ καὶ Βαρκαίους λέγεται
καὶ ἄλλας τινὰς πόλεις τὰς ἁμαξηλάτους τε ὁδοὺς
καὶ μακρὰς βοηθείας ἐπὶ συνωρίδων καὶ ζευγῶν
βοηθεῖν: κομισθέντων δὲ εἰς τὸ προσῆκον καὶ ἑξῆς
τῶν ζευγέων παραταχθέντων, ἀποβάντες οἱ ὁπλῖται
καὶ ἐν τάξει γενόμενοι εὐθὺς νεοκμῆτες προσεφέροντο
τοῖς πολεμίοις.