Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
δεῖ δέ τινας καὶ ἄλλους
ἐπιλελεγμένους πλήθει πλείονι μετὰ τοῦ στρατηγοῦ
ξυμπεριιέναι κύκλῳ τὸ τεῖχος, ἐπικουροῦντας
ἀεί τινι πονουμένῳ μέρει: τὸ γὰρ ἐπιὸν
μᾶλλον οἱ πολέμιοι φοβοῦνται τοῦ ὑπάρχοντος
καὶ παρόντος ἤδη. τάς τε κύνας δεσμεῖν τὸν
καιρὸν τοῦτον: