Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
εὐθὺ τὸν λίθον ἐπαφίεσθαι. ἄριστον δὲ πρὸς
τὰ διακόπτοντα τὸ τεῖχος καὶ τόδε παρεσκευάσθαι.
ὅταν γνῷς ᾗ προσάγεσθαι τοῦ τείχους, ταύτῃ χρὴ
ἔσωθεν ἀντιπαρασκευάζειν ἀντίκριον, διορύξαντα
τοῦ τείχους μέχρι τοῦ ἄλλου μέρους τῶν πλίνθων,
ἵνα μὴ προΐδωσιν πρότερον οἱ πολέμιοι: ὅταν δὲ
ἐγγὺς ᾖ τὸ διακόπτον, οὕτως ἔσωθεν τῷ ἀντικρίῳ
[p. 178]
παίειν: καὶ πολὺ ἰσχυρότερον ὁ ἀντίκριος γίνεσθαι.