Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
περὶ μὲν οὖν τούτων
πάντων ὧδε μὲν νῦν παραλείπεται, ὡς δεῖ ἕκαστον
τούτων γίγνεσθαι, ἵνα μὴ καὶ ταύτῃ, λίαν πολλά,
δηλῶται: γέγραπται δὲ τελέως περὶ αὐτῶν ἐν
τῇ Παρασκευαστικῇ βίβλῳ.
[p. 50]
ιχ.
Ἄν δὲ θρασύνεσθαί τι ἐπιχειρῶσιν οἱ ἐπιόντες
πρός σε, τάδε ποιητέον. πρῶτον μὲν χρὴ σώμασι
τόπους τινὰς τῆς οἰκείας χώρας καταλαβεῖν,
ἔπειτα ἐκκλησιάσαντα τοὺς αὑτοῦ στρατιώτας
ἢ πολίτας ἄλλα τε προειπεῖν αὐτοῖς, ὡς ὑπαρχούσης
τινὸς αὐτοῖς πράξεως εἰς τοὺς πολεμίους,
καὶ ὅταν νυκτὸς σημάνῃ τῇ σάλπιγγι, ἑτοίμους
εἶναι τοὺς ἐν τῇ ἡλικίᾳ, ἀναλαβόντας τὰ ὅπλα καὶ
ἀθροισθέντας εἰς χωρίον ῥητὸν ἕπεσθαι τῷ ἡγουμένῳ.