Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
εἰ μὲν
ἕνα ἢ δύο καταλαμβάνοιεν τόπους, τὸν λοιπὸν ἂν
τοῖς ἐναντίοις ὑπάρχειν: εἰ δὲ πάντας, χωρισθέντες
ἂν καὶ μερισθέντες ἀσθενεστέρως διακέοιντο πρὸς
τοὺς ὑπεναντίους ἀθρόους ὄντας, εἰ μὴ ἑκάστῳ
μέρει ὑπερέχοιεν τῶν ἐν τῇ πόλει. ὡς δὲ αὕτως
καὶ κατὰ τῶν ἄλλων πάντων θελημάτων χρὴ τὰ
ἐνόντα ὑπεναντία τοῖς προγεγραμμένοις ὑπονοεῖν,
ἵνα μὴ ἀπερισκέπτως τι ἕτερον αἱρῇ.