Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοὺς μὲν γὰρ ἐκπορευομένους δεῖ συντετάχθαι
πρὸς τοὺς ἐν τῇ πορείᾳ τόπους, ὡς χρὴ πορεύεσθαι
παρά τε τὰ ἐπικίνδυνα χωρία καὶ ἐρυμνὰ καὶ
στενόπορα καὶ πεδινὰ καὶ ὑπερδέξια καὶ ἐνεδρευτικά,
καὶ τὰς τῶν ποταμῶν διαβάσεις καὶ τὰς ἐκ τῶν
τοιούτων παρατάξεις: