Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Πύθων μὲν ὁ Κλαζομένιος,
καὶ τῶν ἐν τῇ πόλει τινῶν συνεθελόντων, τηρήσας
τελέως τὸ ἡσυχαίτατον τῆς ἡμέρας, ἁμάξαις ἐκ
παρασκευῆς πίθους εἰσαγούσαις κατέλαβε Κλαζομενάς:
μενουσῶν ἐν ταῖς πύλαις τῶν ἁμαξῶν,
καθ̓ ἅς, ξένων προϋπαρχόντων κρυφαίως οὐ
πόρρω τῆς πόλεως, τοὺς μὲν τῶν πολιτῶν λαθόντες,
τοὺς δὲ φθάσαντες, τινὰς δὲ τῶν ἔσω συνεργοὺς
ἔχοντες κατέσχον τὴν πόλιν.