Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
Μᾶλλον δὲ ἅμα τούτοις μηδὲ τὰς ἀναβάσεις ἐπὶ
τὸ τεῖχος εὐπόρους εἶναι ἀλλὰ κλειστάς, ἵνα μηδενὶ
ἐγγίγνηται προκαταλαμβάνειν τι τοῦ τείχους βουλομένῳ
[p. 114]
ἐνδοῦναι τοῖς πολεμίοις, ἀλλ̓ ὦσιν οἱ φύλακες
οὓς ἂν σὺ βούλῃ ἐξ ἀνάγκης ἐπὶ τοῦ τείχους διατελοῦντες
καὶ μὴ καταβαίνοντες, ἄν τέ τινες
ἔξωθεν τῆς πόλεως λάθωσιν ὑπερβάντες, μὴ ῥᾳδίως
διὰ ταχέων καταβαίνωσιν ἀπὸ τοῦ τείχους εἰς
τὴν πόλιν, ἐὰν μὴ θέλωσιν ἀφ̓ ὑψηλῶν καταπηδῶντες
κινδυνεύειν καὶ μήτε λαθεῖν μήτε φθάσαι.
πρέποι δ̓ ἂν τὸ παρασκεύασμα τοῦτο περὶ τὰς
ἀναβάσεις καὶ ἐν τυράννου ἀκροπόλει.