Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἔπειτα λοιπὸν ἀπολέγειν σώματα τὰ
δυνησόμενα μάλιστα πονεῖν, καὶ μερίσαντα
λοχίσαι, ἵνα εἴς τε τὰς ἐξόδους καὶ τὰς κατὰ πόλιν
περιοδίας καὶ τὰς τῶν πονουμένων βοηθείας ἢ
εἴς τινα ἄλλην ὁμότροπον ταύταις λειτουργίαν
ὑπάρχωσιν οὗτοι προτεταγμένοι τε καὶ δυνατοὶ
ὄντες ὑπηρετεῖν.