Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
πεμπέσθω ἀνὴρ
ἀγγελίαν φέρων τινὰ ἢ καὶ ἐπιστολὴν περὶ ἄλλων
φανερῶν: τοῦ δὲ μέλλοντος πορεύεσθαι κρυφαίως
αὐτοῦ εἰς τὸ τῶν ὑποδημάτων πέλμα ἐντεθήτω
εἰς τὸ μεταξὺ βυβλίον καὶ καταρραπτέσθω, πρὸς
δὲ τοὺς πηλοὺς καὶ τὰ ὕδατα εἰς κασσίτερον
ἐληλασμένον λεπτὸν γραφέσθω πρὸς τὸ μὴ
ἀφανίζεσθαι ὑπὸ τῶν ὑδάτων τὰ γράμματα.