Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πρὸς δὲ τὰς τῶν ἐναντίων προσαγωγὰς μηχανήμασιν
ἢ σώμασιν ἐναντιοῦσθαι ὧδε. πρῶτον μὲν
εἰς τὰ ὑπεραιρόμενα ἐκ πύργων ἢ ἱστῶν ἢ τῶν
ὁμοτρόπων τούτοις ἱστία, οἷς τὰ προσαχθέντα
ὑπεραίρειν χρή, τισὶν ἀδιατμήτοις περιβληθέντα
κατατετάσθαι ὑπὸ τενόντων. ἄλλα τε καὶ ὑποθυμιᾶν
καπνὸν πολὺν ἱέντα καὶ ὑφάπτειν ὡς μέγιστον
[p. 176]
πῦρ πνέοντα: