Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
εἰ μὲν γὰρ πρώτην
φυλάσσοι, ἕνα λίθον ἐτίθει πρὸς τὸν συγκείμενον
τόπον, εἰ δὲ δευτέραν, δύο, εἰ δὲ τρίτην,
τρεῖς, εἰ δὲ τετάρτην, τέτταρας. ἔτι δὲ καὶ ᾗ
τοῦ τείχους καὶ κατὰ τί τῶν φυλακῶν λελόγχοι,
τούτῳ δοὖν τῷ τρόπῳ σημαίνων ἐνέδωκεν.
ταῦτα δεῖ οὖν συμβαλλόμενον πάντα φυλάττεσθαι
[p. 102]
καὶ τὰς πύλας αὐτὸν τὸν ἄρχοντα κλείειν καὶ μὴ
ἄλλῳ διδόναι τὴν βάλανον.