Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Ἄριστον δὲ ἱππασίμων ὄντων τόπων καὶ ὑπαρχόντων
ἵππων ἱππέας ἱππέας συνείρειν, ἵνα διὰ τῶνδε
θᾶσσον ἀγγέλληται. πέμπειν δὲ ἐκ τῆς πόλεως
τοὺς ἡμεροσκόπους ὄρθρου ἢ ἔτι νυκτός, ἵνα τοῖς
τῶν πολεμίων σκοποῖς μὴ κατάδηλοι ὦσιν ἡμέρας
πορευόμενοι ἐπὶ τὰ ἡμεροσκοπεῖα.