Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Προνοεῖν δὲ καὶ τὰ ἐπὶ πράσει εἰσαγόμενα καὶ
εἰς τὴν ἀγορὰν ἐκτιθέμενα ὅπλα τά τε ἐπὶ τῶν
καπηλείων καὶ παντοπωλείων, ὧν ἀθροισθέντων
πλῆθός τι γένοιτ̓ ἄν, ὅπως μηδενὶ ἕτοιμα ᾖ
τῶν βουλομένων νεωτερίζειν: