Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
χώρᾳ περὶ τὰ ὅρια ἐνεδρεῦσαι ῾φθάσαι δέ σε εἰκός
ἐστι, πρότερον εἰς τὴν ἐκείνων ἀφικόμενον, διὰ τὸ
λείαν ἄγοντας αὐτοὺς βραδυτέρως πορεύεσθαἰ,
τὴν δ̓ ἐπίθεσιν αὐτοῖς ποιεῖσθαι δειπνοποιουμένοις:
οἱ γὰρ λεηλατήσαντες, ἔν τε τῇ αὑτῶν ἤδη γεγονότες
καὶ ἐν ἀσφαλεῖ ὄντες, πρὸς ῥᾳθυμίαν τρεπόμενοι
ἀφυλακτοτέρως ἂν διακέοιντο.