Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Λακεδαιμόνιοι δὴ Θηβαίων
ἐμβαλόντων ἔκ τε τῶν ἐγγυτάτω οἰκιῶν
διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶ τειχίων
ἄλλοι κατ̓ ἄλλους τόπους φορμοὺς γῆς καὶ λίθων
πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς
τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι
καὶ τούτοις προαποπληρώσαντες τάς τε εἰσβολὰς
καὶ τὰς διόδους καὶ τὰ εὐρύχωρα τοῦ πολίσματος
ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦντας εἰς αὐτὸ
τὸ πόλισμα.