Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
Γενομένης δὲ ἡμέρας χρὴ τοὺς φύλακας μὴ
εὐθὺ ἀφιέναι ἐκ τῶν φυλακείων πρὶν ἢ τὰ ἔξω
[p. 144]
προερευνηθέντα ἐμφανισθῇ καὶ καθαρὰ εἶναι πολεμίων:
καὶ οὕτω ἀπιέναι τοὺς ἀπὸ τῶν φυλακῶν
μὴ ἅμα πάντας ἀλλὰ κατὰ μέρη, ὅπως ἀεί τινες
ἐπὶ τοῖς φυλακείοις διατελῶσιν.