Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ἐὰν δὲ ἄρα δυσχερὲς ᾖ
μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν, συνδιάγειν
αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ
πράξεων καὶ μήτε ὅπου ἔσονται μήτε ὅ τι πράξουσιν
προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν
διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν: καὶ ἄλλας
ἐπ̓ ἄλλαις πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ
πλῆθος ἐπιρρεῖν ἀνυπόπτως, μεθ̓ ὧν ὄντες ἐν
φυλακῇ μᾶλλον ἔσονται ἢ φυλάξουσί τι.