Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
πρὸς δὲ τὰ μεγάλα μηχανήματα, ἐφ̓ οἷς σώματά τε
πολλὰ προσάγεται καὶ βέλη ἐξ αὐτῶν ἀφίεται ἄλλα
τε καὶ καταπάλται καὶ σφενδόναι, εἰς δὲ τὰς
ὀροφίνας οἰκίας καὶ πυρφόρα τοξεύματα, πρὸς δὲ
ταῦτα τὰ μηχανήματα πρῶτον μὲν χρὴ τοὺς ἐν τῇ
πόλει κρυφαίως ὑπορύσσειν κατὰ τὰς προσαγωγὰς
τοῦ μηχανήματος, ἵνα οἱ τροχοὶ τῶν μηχανημάτων
ἐμπίπτοντες δύνωσιν εἰς τὰ ὑπορύγματα: ἔπειτα
ἔσωθεν ἀνταείρειν ἐκ φορμῶν πληρουμένων ψάμμου
καὶ λίθων ἐκ τῶν ὑπαρχόντων ἔρυμα, ὅπερ τοῦ τε
μηχανήματος ὑπερέξει καὶ τὰ ἐκ τῶν ἐναντίων βέλη
ἀργὰ ποιήσει.