Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
καὶ τὰς
περιόδους ἐν τοῖς τοιούτοις καιροῖς πυκνάς τε χρὴ
περιοδεύειν καὶ οὐ δεῖ προθυμεῖσθαι ἐν ταῖς
περιοδείαις εὑρίσκειν τινὰς τῶν προφυλασσόντων
ἀμελεστέρως διακειμένους διὰ ὕπνον ἢ κάματον:
οὐ γὰρ συμφέρει οὕτω διακείμενον τὸ στράτευμα ἔτι
ἀθυμότερον καθιστάναι ῾εἰκὸς δὲ ὅταν εὑρεθῇ
αἰσχρόν τι ποιῶν ἀθυμεῖν̓, ἀλλὰ μᾶλλον πρὸς
θεραπείαν τε καὶ ἀνάληψιν αὑτῶν τραπέσθαι.