Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
δεῖ γάρ
σε εἰδέναι ὅτι τῶν πολεμίων οἱ μετὰ ξυνέσεως καὶ
ἐπιστήμης γιγνόμενοι ἐν πολεμίᾳ, κατ̓ ἀρχὰς μὲν
τὸ ἰσχυρότατον αὑτῶν ἐν τάξει ἄγουσι προσδεχόμενοί
τινας ἐφ̓ ἑαυτοὺς ἰέναι καὶ ἑτοίμως ἔχοντες
ἀμύνεσθαι: τινὲς δὲ διασπαρέντες αὐτῶν κατὰ τὴν
χώραν ἀδικοῦσιν, ἄλλοι δ̓ ἂν ἐνεδρεύοιεν προσδεχόμενοί
τινας βοηθοῦντας ὑμῶν ἄτακτον βοήθησιν.