Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἐπεὶ δ̓ ἔδει εἰς τὴν ἐπιοῦσαν
νύκτα πραχθῆναι, παρῆν τῷ πυλωρῷ ἀνὴρ ὅστις
ἐπεὶ ὀψὲ ἦν καὶ φυλακαί τε ἐπὶ τοῦ τείχεος καθίσταντο
καὶ αἱ πύλαι ἔμελλον κλείεσθαι, σκότους
οὖν ἤδη ὄντος, ἀπηλλάσσετο, ἐκδήσας ἀρχὴν
ἀγαθίδος λίνου κλωστοῦ, ὅπερ οὐκ ἔμελλεν
ῥᾳδίως διαρραγῆναι.