Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
μᾶλλον δὲ αὐτῆς κεκηρῶσθαι τὰ ἔσωθεν, καὶ μακροτέρων
μὲν γιγνομένων τῶν νυκτῶν ἀφαιρεῖσθαι τοῦ
κηροῦ, ἵνα πλέον ὕδωρ χωρῇ, βραχυτέρων δὲ
προσπλάσσεσθαι, ἵνα ἔλασσον δέχηται. περὶ
μὲν οὖν φυλακῶν ἰσότητος ἱκανῶς μοι δεδηλώσθω.