Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
διὰ γὰρ τὸν φόβον τοῦ παραγγελθέντος οὐδένα
ᾤετο ἀμνημονήσειν. πρὸς δὲ τούτοις, ὅπως
ἀληθῶς τὸ παράγγελμα μετὰ φόβου ᾖ, γενομένου
τινὸς θορύβου ἐπλήγη τις τῶν σπουδαιοτέρων
ἀνδρῶν οὐχὶ θανατηφόρον, τῶν δὲ φαύλων τινὰ
ὥστε καὶ ἀποθανεῖν.