Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
Χρὴ δὲ τὰς παραγιγνομένας εὐθὺς ἀνοίγειν
δέλτους. Ἀστυάνακτι δὴ τυράννῳ Λαμψάκου
πεμφθείσης ἐπιστολῆς ἐν ᾗ γεγραμμένα ἦν μηνύοντα
τὴν ἐπιβουλὴν ἀφ̓ ἧς ἀνῃρέθη, παρὰ τὸ μὴ
εὐθὺς ἀνοῖξαι καὶ ἀναγνῶναι τὰ γεγραμμένα ἀλλὰ
ἀμελήσαντος αὐτοῦ, πρὸς ἄλλοις δὲ γενομένου
πρότερον, διεφθάρη, τὴν ἐπιστολὴν ἔχων περὶ τοὺς
δακτύλους.