Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
Πρὸς δὲ ἀντιστασιώτας τοιόνδε ἐπράχθη ἐν Ἄργει.
μελλόντων γὰρ τῶν πλουσίων τὴν δευτέραν ἐπίθεσιν
ἐπιτίθεσθαι τῷ δήμῳ καὶ ξένους ἐπαγομένων, ὁ τοῦ
δήμου προστάτης, προαισθόμενος τὸ μέλλον, τῶν
ἐπιθησομένων τινὰς τῶν ὑπεναντίων ὄντων τῷ
δήμῳ ἄνδρας δύο προσποιησάμενος φίλους εἶναι
ἀπορρήτους, πολεμίους αὑτῷ καθίστησιν αὐτοὺς
καὶ ἐποίει κακῶς ἐν τῷ φανερῷ, σιγῇ δὲ τὰ ἐκ
τῶν ἐναντίων βουλεύματα ἤκουεν παῤ αὐτῶν.