Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9α]
ὁ δ̓ ἀκούσας
ἐκέλευεν ταύτας μὲν τὰς ἐπιστολὰς οἷς ἔφερεν
ἀποδοῦναι, τὰ δὲ παῤ ἐκείνων, εἰ ἀληθές τι
μηνύει, παῤ αὐτὸν ἐνεγκεῖν: καὶ ὁ μηνύων ταῦτα
ἔπραξεν. ὁ δὲ ἄρχων λαβὼν τὰς ἐπιστολὰς καὶ
ἀνακαλεσάμενος τοὺς ἀνθρώπους τὰ σημεῖά τε
[p. 160]
ἐδείκνυεν τῶν δακτυλίων, ἅπερ ὡμολόγουν αὑτῶν
εἶναι, καὶ λύων τὰ βιβλία ἐδήλου τὸ πρᾶγμα.