Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ἐπεὶ δὲ
παρῆν ὁ στρατηγὸς κλεῖσαι τὰς πύλας, καὶ ἔδωκε
κατὰ τὸ ἔθος τῷ πυλωρῷ ἐμβαλεῖν τὴν βάλανον,
δεξάμενος ἐνέτεμεν λαθραίως ἀψοφητὶ ῥίνῃ ἢ
σμίλῃ τὴν βάλανον, ὥστε ἐνέχεσθαι λίνον. εἶτα
βρόχον περιθεὶς καθῆκε τὴν βάλανον ἐχομένην
ὑπὸ τοῦ λίνου: μετὰ δὲ ταῦτα κινήσας τὸν μοχλὸν
καὶ ἐπιδείξας τῷ στρατηγῷ κεκλεισμένην τὴν
πύλην εἶχεν ἡσυχίαν.