Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἐν ὑποψίᾳ ὄντων ἀλλήλοις
... χρὴ δὲ τὰς περιοδείας εἶναι κάτω τοῦ
τείχους, καὶ μὴ ἀναβαίνειν τοὺς περιόδους πλὴν
τῶν φυλάκων.
Καὶ ἐὰν στράτευμα κεκακοπαθήκῃ μάχῃ λειφθέν,
ἢ διὰ τὸ πλῆθος ἀποβαλεῖν νεκρῶν ἢ τραυματιῶν,
ἢ συμμάχων ἀποστάσει ἢ δἰ ἄλλο τι
σύμπτωμα ἀθυμῇ καὶ τεταπεινωμένον ᾖ, ἐπικίνδυνά
τε ᾖ πολεμίων ἐγγὺς ὄντων, χρὴ τὰ προγεγραμμένα
κατὰ τὰς φυλακὰς πράσσειν.