Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καλεῖταί τις Διομήδεια νῆσος, καὶ ἐρωδιοὺς ἔχει πολλούς. οὗτοι, φασί, τοὺς βαρβάρους οὔτε ἀδικοῦσιν οὔτε αὐτοῖς προσίασιν: ἐὰν δὲ Ἕλλην κατάρῃ ξένος, οἳ δὲ θείᾳ τινὶ δωρεᾷ προσίασι πτέρυγας ἁπλώσαντες οἱονεὶ χεῖράς τινας ἐς δεξίωσίν τε καὶ περιπλοκάς. καὶ ἁπτομένων τῶν Ἑλλήνων οὐχ ὑποφεύγουσιν, ἀλλ᾽ ἀτρεμοῦσι καὶ ἀνέχονται, καὶ καθημένων ἐς τοὺς κόλπους καταπέτονται, ὥσπερ οὖν ἐπὶ ξένια κληθέντες. λέγονται οὖν οὗτοι Διομήδους ἑταῖροι εἶναι καὶ σὺν αὐτῷ τῶν ὅπλων τῶν ἐπὶ τὴν Ἴλιον μετεσχηκέναι, εἶτα τὴν προτέραν φύσιν ἐς τὸ τῶν ὀρνίθων μεταβαλόντες εἶδος, ὅμως ἔτι καὶ νῦν διαφυλάττειν τὸ εἶναι Ἕλληνές τε καὶ Φιλέλληνες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.