Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ Κλειτάρχῳ χῶρον δῶμεν. λέγει δὲ Κλείταρχος [p. 422] ἐν Ἰνδοῖς γίνεσθαι ὄρνιν, καὶ εἶναι σφόδρα ἐρωτικόν, καὶ τὸ ὄνομα αὐτοῦ λέγει ὠρίωνα εἶναι. φέρε δὲ καὶ διαγράψωμεν αὐτὸν τῷ λόγῳ, ὡς ἐκεῖνος διδάσκει. τοῖς μὲν καλουμένοις ἐρωδίοις ὅμοιος τὸ μέγεθος ὅδε ὁ ὠρίων ἐστίν, ἔστι δὲ καὶ τὰ σκέλη ὡς ἐκεῖνοι φοίνιξ, ὀφθαλμοὺς δὲ κυανοῦς ἔχει ῾τοῦτο μὲν οὐχ ὡς ἐκεῖνοἰ, μέλος δὲ μουσουργεῖν ὑπὸ τῆς φύσεως πεπαίδευται, οἷα δήπου μέλη ὑμεναιοῦται γλυκέα καὶ προσείοντα σειρῆνας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.