Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀγαθὴ δὲ ἄρα ἦν αἲξ καὶ τὴν τῶν ὀφθαλμῶν ἀχλὺν ἥνπερ οὖν παῖδες Ἀσκληπιαδῶν ὑπόχυσιν καλοῦσιν ἀκέσασθαι, καὶ λέγονταί γε οἱ ἄνθρωποι παρ᾽ ἐκείνης μαθεῖν τόδε τὸ ἴαμα. τὸ δὲ ἄρα τοιοῦτόν ἐστιν. ὅταν αἲξ νοήσῃ τὸν ὀφθαλμὸν ἐπιθολωθέντα αὐτῇ, πρόσεισι βάτῳ, καὶ παραβάλλει τῇ ἀκάνθῃ τὸ ὄμμα. καὶ ἣ μὲν ἐκέντησε, τὸ δὲ ὑγρὸν ἐξεχώρησε, μένει δὲ ἀπαθὴς ἡ κόρη, καὶ ὁρᾷ αὖθις, καὶ δεῖται σοφίας καὶ χειρουργίας ἀνθρωπικῆς οὐδὲ ἕν. [p. 181]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.