Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν τῇ Γυάρῳ τῇ νήσῳ Ἀριστοτέλης λέγει μῦς εἶναι καὶ μέντοι καὶ τὴν γῆν σιτεῖσθαι τὴν σιδηρῖτιν. Ἀμύντας δὲ καὶ τοὺς ἐν Τερηδόνι ῾γῆς δέ ἐστιν αὕτη τῆς Βαβυλωνίασ᾽ τὴν αὐτὴν προσφέρεσθαι λέγει. [p. 117] Ἐν Λάτμῳ δὲ τῆς Καρίας ἀκούω σκορπίους εἶναι, οἵπερ οὖν τοὺς μὲν πολίτας σφίσι παίουσιν ἐς θάνατον, τοὺς δὲ ξένους ἡσυχῆ καὶ ὅσον παρασχεῖν ὀδαξησμόν, ἐμοὶ δοκεῖν τοῦ Ξενίου Διὸς τοῖς ἀφικνουμένοις τὸ δῶρον τοῦτο ἀποκρίναντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.