Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὐπόλιδι τῷ τῆς κωμῳδίας ποιητῇ δίδωσι δῶρον Αὐγέας ὁ Ἐλευσίνιος σκύλακα ἰδεῖν ὡραῖον, Μολοττὸν τὸ γένος, καὶ καλεῖ τοῦτον ὁ Εὔπολις ὁμωνύμως τῷ δωρησαμένῳ αὐτόν. κολακευθεὶς οὖν ταῖς τροφαῖς, καὶ ἐκ τῆς συνηθείας ὑπαχθεὶς τῆς μακροτέρας, ἐφίλει τὸν δεσπότην ὁ Αὐγέας ὁ κύων. καί ποτε ὁμόδουλος αὐτῷ νεανίας, ὄνομα Ἐφιάλτης, ὑφαιρεῖται δράματά τινα τοῦ Εὐπόλιδος, καὶ οὐκ ἔλαθε κλέπτων, ἀλλὰ εἶδεν αὐτὸν ὁ κύων, καὶ ἐμπεσὼν ἀφειδέστατα δάκνων ἀπέκτεινεν. χρόνῳ δὲ ὕστερον ἐν Αἰγίνῃ τὸν βίον ὁ Εὔπολις κατέστρεψε, καὶ ἐτάφη ἐνταῦθα: ὁ δὲ κύων ὠρυόμενός τε καὶ θρηνῶν τὸν τῶν κυνῶν θρῆνον, εἶτα μέντοι λύπῃ καὶ λιμῷ ἑαυτὸν ἐκτήξας ἀπέθανεν ἐπὶ τῷ τροφεῖ καὶ δεσπότῃ, μισήσας τὸν βίον ὁ κύων. καὶ ὅ γε τόπος καλεῖται μνήμῃ τοῦ τότε πάθους Κυνὸς Θρῆνος. [p. 263]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.