Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κυνὸς κρανίον ῥαφὴν οὐκ ἔχει. δραμὼν δὲ ἐπὶ πλέον λάγνης γίνεται, φασί. κυνὸς δὲ γηρῶντος ἀμβλεῖς οἱ ὀδόντες καὶ μελαίνονται. εὔρινος δέ ἐστιν οὕτως ὡς μήποτ᾽ ἂν ὀπτοῦ κυνείου κρέως μηδ᾽ ἂν καρυκείᾳ τῇ ποικιλωτάτῃ καὶ δολερωτάτῃ καταγοητευθέντος γεύσασθαι. τρεῖς δὲ ἄρα νόσοι κυνὶ ἀποκεκλήρωνται καὶ οὐ πλείους, κυνάγχη λύττα ποδάγρα: ἀνθρώποις γε μὴν μυρίαι. πᾶν δὲ ὅ τι ἂν ὑπὸ κυνὸς λυττῶντος δηχθῇ, τοῦτο ἀποθνήσκει. κύων δὲ ποδαγρήσας, σπανίως ἀναρρωσθέντα ὄψει αὐτόν. κυνὶ δὲ βίος ὁ μήκιστος τεσσαρεσκαίδεκα ἔτη. Ἄργος δὲ ὁ Ὀδυσσέως καὶ ἡ περὶ αὐτὸν ἱστορία ἔοικε παιδιὰ Ὁμήρου εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.