Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θεοφράστου δὲ ἔγωγε ἀκούω καὶ ἐκεῖνα. πόαν τινὰ ἱστορεῖ ὅδε ὁ ἀνήρ, καὶ ὄνομα θηλυφόνον καλεῖ αὐτήν, ἥνπερ οὖν εἴ τις σκορπίῳ κατὰ νώτου θεὶς ἐάσειεν, ὃ δὲ παραχρῆμα αὖός ἐστιν. ὁ δὲ αὐτὸς λέγει τὸν αὐτὸν ἀναστήσεσθαι, εἴπερ οὖν λευκοῦ ἐλλεβόρου καταπάσειας αὐτοῦ. ἐγὼ δὲ ἐπαινῶ μὲν τὸ θηλυφόνον, τὸν δὲ λευκὸν ἐλλέβορον ἥκιστα. τὸ δὲ αἴτιον, μισῶ μὲν σκορπίους, φιλῶ δὲ ἀνθρώπους. Καλλίμαχος δὲ ἄρα ἐν τῇ γῇ τῇ Τραχινίᾳ ᾄδει δένδρον τι φύεσθαι καὶ καλεῖσθαι σμῖλον, ᾧ τὰ ἑρπετὰ γειτνιάσαντα καὶ παραψαύσαντα ἀρχὴν εἶτα ἀποθνήσκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.