Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ πορφύρα λίχνον ἐστὶν ἰσχυρῶς, καὶ ἔχει γλῶτταν προμηκεστέραν, καὶ διείρει διὰ παντὸς οὗπερ ἂν καὶ δύνηται, καὶ διὰ ταύτης ἕλκει ὅσα ἐσθίει, καὶ διὰ ταύτης δὲ ἁλίσκεται. καὶ ὁ τρόπος τῆς θήρας ἐκεῖνός ἐστι. διαπλέκεται κυρτὶς μικρὰ μέν, πυκνὴ δέ: καὶ ἐντὸς ἔχει στρόμβον, καὶ διεῖρται οὗτος ἐν τῇ κυρτίδι μέσῃ. ἀγώνισμα οὖν τῇ πορφύρᾳ διατεῖναι τὴν γλῶττάν ἐστι καὶ ἐφικέσθαι αὐτοῦ: καὶ ἀνάγκη πᾶσαν αὐτὴν προβάλλειν, εἰ μέλλοι μὴ ἁμαρτήσεσθαι οὗ γλίχεται. καὶ ἐμβαλοῦσα τὴν γλῶτταν ἐκμυζᾷ, εἶτα διῴδησεν αὐτῇ ἡ γλῶττα ὑπὸ πλησμονῆς, καὶ ἐξελκύσαι ἀδύνατός ἐστιν αὖθις. μένει τοίνυν ἁλοῦσα, καὶ ὁ πορφυρεὺς αἰσθόμενος ἐθήρασε δεύτερος τὴν ὑπὸ τῆς λιχνείας προῃρημένην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.