Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέοντας ἐν Ἰνδοῖς γίνεσθαι μεγίστους οὐ διαπορῶ: τὸ δὲ αἴτιον, τῶν ζῴων τῶν ἑτέρων ἥδε ἡ γῆ μήτηρ ἐστὶν ἀγαθή. εἰσὶ δὲ ἀγριώτατοι καὶ θηριωδέστατοι. δέρη δὲ ἐκείνων τῶν λεόντων μέλαινά τε ἰδεῖν, καὶ φρίξασα ὀρθή τε ἀνίσταται καὶ συνεκπέμπει δέος οἷον ἐκπληκτικόν. εἰ δὲ ἁλῶναι δυνηθεῖεν, πραΰνονται, ἀλλ᾽ οὐχ οἱ μέγιστοι: καὶ ἡμεροῦνταί τε καὶ γίνονται ῥᾷστα τιθασοί, ὡς ἄγειν γε ἀπὸ ῥυτῆρος ἐπὶ θήραν κεμάδων καὶ ἐλάφων καὶ συῶν καὶ ταύρων καὶ ἀγρίων ὄνων. εἰσὶ γὰρ καὶ ῥινηλατῆσαι ὡς ἀκούω δεινοί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.