Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἴ τις προσάψαιτο τῆς νάρκης ὅτι τὸ ἐκ τοῦ ὀνόματος πάθος τὴν χεῖρα αὐτοῦ καταλαμβάνει, τοῦτο καὶ παιδάριον ὢν ἤκουσα τῆς μητρὸς λεγούσης πολλάκις. σοφῶν δὲ ἀνδρῶν ἐπυθόμην ὅτι καὶ τοῦ δικτύου ἐν ᾧ τεθήραται εἴ τις προσάψαιτο, ναρκᾷ πάντως. εἰ δέ τις ἐς σκεῦος αὐτὴν ἐμβάλοι ζῶσαν, καὶ ἐπιχέοι θαλαττίου ὕδατος, ἐὰν ἐγκύμων ᾖ καὶ ὁ καιρὸς τῆς ὠδῖνος ἀφίκηται, τίκτει. καὶ τὸ ἐν τῳ σκεύει ὕδωρ εἴ τις καταχέοι χειρὸς ἀνθρώπου ἢ ποδός, ναρκᾶν τὴν χεῖρα ἢ τὸν πόδα ἀνάγκη. [p. 223]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.