Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μυὸς ἧπαρ καὶ μάλα ἐκπληκτικῶς τε καὶ παραδόξως τῆς μὲν σελήνης αὐξανομένης λοβὸν ἑαυτῷ τινα ἐπιτίκτει ὁσημέραι μέχρι διχομήνου: εἶτα αὖ πάλιν ὑπολήγει μειουμένου τοῦ μηνὸς τὸν ἴσον λόγον, ἔστ᾽ ἂν ἐς σῶμα κατολίσθῃ ἀνείδεον. ἀκούω δὲ ἐν τῇ Θηβαΐδι χαλάζης πεσούσης ἐπὶ τῆς γῆς ὁρᾶσθαι μύας, ὧν τὸ μὲν πηλός ἐστιν ἔτι, τὸ δὲ σὰρξ ἤδη. ἐγὼ δὲ αὐτὸς ἐκ τῆς Ἰταλικῆς Νέας πόλεως ἐλαύνων ἐς Δικαιαρχίαν ὕσθην βατράχοις, καὶ τὸ μὲν μέρος αὐτῶν τὸ πρὸς τῇ κεφαλῇ εἷρπε, καὶ δύο πόδες ἦγον αὐτό, τὸ δὲ ἐπεσύρετο ἔτι ἄπλαστον, καὶ ἐῴκει ἔκ τινος ὕλης ὑγρᾶς συνεστῶτι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.